Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.345 Joseph. AJ 16.350 (English) >>Joseph. AJ 16.355

16.348ὡμολόγησε δὲ καὶ τούτους ἐπὶ τοῖς αὐτοῖς ὅρκοις ἀποδώσειν κατὰ τὴν αὐτὴν τοῦ δανείου προθεσμίαν. καὶ δύναιτʼ ἂν οὐκ ἐπιδεῖξαι κατὰ τὸ παρὸν οὔτʼ ἄλλον τινὰ τῆς Ἀράβων χώρας τούτους ἐξῃρημένους οὔτε πάντας, ἀλλʼ ὅσοι μὴ λαθεῖν ἴσχυσαν. 16.349οὕτως οὖν καὶ τοῦ τῆς αἰχμαλωσίας ἐπιφθόνου συκοφαντήματος πεφηνότος μέγιστον, Καῖσαρ, κατάμαθε πλάσμα καὶ ψεῦσμα πρὸς τὴν σὴν ὀργὴν αὐτῷ ποιηθέν. 16.350φημὶ γὰρ ἐπελθούσης ἡμῖν τῆς τῶν Ἀράβων δυνάμεως καὶ τῶν περὶ Ἡρώδην πεσόντος ἑνὸς καὶ δευτέρου, τότε μόλις ἀμυνομένου Νάκεβον τὸν στρατηγὸν αὐτῶν καὶ περὶ πέντε καὶ εἴκοσι τοὺς πάντας ὧν ἕκαστον αὐτὸς εἰς ἑκατὸν ἀναφέρων δισχιλίους καὶ πεντακοσίους τοὺς ἀπολωλότας ἔλεγεν.” 16.351

Ταῦτα μᾶλλον ἐκίνει τὸν Καίσαρα καὶ πρὸς τὸν Σύλλαιον ἐπιστραφεὶς ὀργῆς μεστὸς ἀνέκρινεν, ὁπόσοι τεθνήκασιν Ἀράβων. ἀπορουμένου δʼ αὐτοῦ καὶ πεπλανῆσθαι λέγοντος αἵ τε συνθῆκαι τῶν δανείων ἀνεγινώσκοντο καὶ τὰ τῶν ἡγεμόνων γράμματα πόλεις τε ὅσαι τὰ λῃστήρια κατῃτιῶντο, 16.352καὶ πέρας εἰς τοῦτο μετέστη Καῖσαρ, ὡς τοῦ μὲν Συλλαίου καταγνῶναι θάνατον, Ἡρώδῃ δὲ διαλλάττεσθαι μετάνοιαν ἐφʼ οἷς ἐκ διαβολῆς πικρότερον ἔγραψεν αὐτῷ πεπονθώς, καί τι τοιοῦτον εἰπεῖν εἰς τὸν Σύλλαιον, ὡς ἀναγκάσειεν αὐτὸν ψευδεῖ λόγῳ πρὸς ἄνδρα φίλον ἀγνωμονῆσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.345 Joseph. AJ 16.350 (English) >>Joseph. AJ 16.355

Powered by PhiloLogic